Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Μηναῖον - Τῌ ΙΒʹ ΣΕΠΤΕΜΒΡΙΟΥ |
Menaion - September 12 |
Ἀπόδοσις τῆς Ἑορτῆς τῶν Γενεθλίων τῆς Θεοτόκου |
Leave-taking of the Feast of the Nativity of the Theotokos |
__________ |
__________ |
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. |
An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here. |
Ψαλμὸς 102. |
Psalm 102. |
Ψαλμὸς 145. |
Psalm 145. |
|
|
Οἱ Μακαρισμοί. |
The Beatitudes. |
Ἦχος βʹ. |
Mode 2. |
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven [RSV] |
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. |
Blessed are those who mourn, for they shall be comforted. [RSV] |
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. |
Blessed are the meek, for they shall inherit the earth. [RSV] |
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. |
Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. [RSV] |
Κανὼν Αʹ τῆς Ἑορτῆς. |
Canon 1 of the Feast. |
ᾨδὴ γʹ. Ἦχος βʹ. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε. |
Ode iii. Mode 2. N/M (Establish us in You.) |
|
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. |
Blessed are the merciful, for they shall obtain mercy. [RSV] |
Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι, τὴν πάντων ἐκύησαν σωτηρίαν, οἱ θεόφρονες γεννήτορες, τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν. |
The holy parents, who had lived before the Lord without reproach ⁄ brought forth the salvation of all, ⁄ giving birth to the one who bore our Creator and our God. [OCA] |
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. |
Blessed are the pure in heart, for they shall see God. [RSV] |
Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι, τὴν πάντων ἐκύησαν σωτηρίαν, οἱ θεόφρονες γεννήτορες, τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν. |
The holy parents, who had lived before the Lord without reproach ⁄ brought forth the salvation of all, ⁄ giving birth to the one who bore our Creator and our God. [OCA] |
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται. |
Blessed are the peacemakers, for they shall be called sons of God. [RSV] |
Ὁ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος, ἐκ στείρας προήγαγε τὴν Παρθένον· ἣν εἰσδῦναι κατηξίωσε, μετὰ τόκον φυλάξας ἀδιάφθορον. |
The Lord, Who is a spring of life to all, ⁄ led forth the Virgin from a barren womb. ⁄ He was well pleased to enter into her, ⁄ preserving her virginity inviolate after childbirth. [OCA] |
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV] |
Τῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον, τὴν βότρυν κυήσασαν ζωηφόρον, ὡς Θεοτόκον ἀνυμνήσωμεν, προστασίαν τε πάντων καὶ βοήθειαν. |
Let us exalt Mary today: ⁄ the fruit of Anna who brought forth the Life-giving cluster. ⁄ Let us sing her praises as the Theotokos, ⁄ protector and helper of us all. [OCA] |
Κανὼν Βʹ τῆς Ἑορτῆς. |
Canon 2 of the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ᾨδὴ Ϛʹ. Ἦχος πλ. δʹ. Ὡς ὕδατα θαλάσσης. |
Ode vi. Mode pl. 4. N/M (The troubles of my life.) |
|
Ὡς ὕδατα θαλάσσης. |
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV] |
Ὑμνοῦμεν τὴν ἁγίαν σου γέννησιν, τιμῶμεν καὶ τὴν ἄσπορον σύλληψιν, σοῦ νύμφη Θεόνυμφε καὶ Παρθένε· σκιρτῶσι δὲ σὺν ἡμῖν Ἀγγέλων τάξεις, καὶ τῶν Ἁγίων ψυχαί. |
We sing the praises of your holy birth, Virgin and Bride of God, ⁄ and venerate your conceiving without seed, Maiden; ⁄ and with us the ranks of angels and the souls of the saints dance for joy! [OCA] |
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
Rejoice and be glad, for your reward is great in heaven. [RSV] |
Ἁγίαν τῶν Ἁγίων ὑπάρχουσαν, οἱ σώφρονες πατέρες σου Ἄχραντε, ἀνέθεντό σε ἐν οἴκῳ Κυρίου, ἀνατραφῆναι σεμνῶς, καὶ εἰς Μητέρα ἑτοιμασθῆναι αὐτῷ. |
Your wise parents, undefiled One, ⁄ brought you, the Holy of Holies, ⁄ as an offering to the House of the Lord, ⁄ there to be reared in holiness ⁄ and made ready to become His Mother. [OCA] |
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
Ἐν σοὶ τὸ τῆς Τριάδος μυστήριον, ὑμνεῖται καὶ δοξάζεται ἄχραντε· Πατὴρ γὰρ ηὐδόκησε, καὶ ὁ Λόγος ἐσκήνωσεν ἐν ἡμῖν, καὶ θεῖον Πνεῦμα σοὶ ἐπεσκίασε. |
In you, undefiled One, ⁄ the mystery of the Trinity is praised and glorified: ⁄ for the Father was well-pleased with you, ⁄ and in you the Word made His dwelling among us, ⁄ and the Holy Spirit overshadowed you. [OCA] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Χρυσοῦν θυμιατήριον γέγονας· τὸ πῦρ γὰρ ἐν γαστρί σου ἐσκήνωσεν, ὁ Λόγος ἐκ Πνεύματος τοῦ Ἁγίου, καὶ ἐν ἀνθρώπου μορφῇ καθωράθη, Θεογεννῆτορ ἁγνή. |
You became a golden censer, ⁄ for the Fire made His tabernacle in your womb: ⁄ the Word from the Holy Spirit, ⁄ and He was seen in the form of a man, pure Theotokos. [OCA] |
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia. |
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος δʹ. |
Mode 4. |
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον. |
Your Nativity, O Theotokos, imparted joy to the entire earth, for out of you has risen the Sun of Righteousness, Christ our God. He nullified the curse and instead gave His blessing; and causing death to be neutralized, He granted us eternal life. [SD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κοντάκιον. |
Kontakion. |
Ἦχος δʹ. |
Mode 4. |
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν. |
Both Joachim and Anna from their sterility’s stigma, and Adam and Eve from their mortality’s ruin have been set free, O immaculate Maid, by your holy nativity. For this do your people hold celebration, redeemed from the guilt of transgression as they cry to you, “The barren one bears the Theotokos, the nourisher of our Life.” [GKD] |
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Πέμτῃ τῆς ΙΒʹ Ἑβδομάδος |
Thursday of the 12th Week |
Προκείμενον. Ἦχος πλ. δʹ. Ψαλμὸς 18. |
Prokeimenon. Mode pl. 4. Psalm 18. |
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. |
Their proclamation went forth into all the earth, and their words to the ends of the world. [SAAS] |
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. |
Verse: The heavens declare the glory of God; the firmament shows the creation of His hands. [SAAS] |
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to the Corinthians. |
Βʹ Κορ 7:1 – 10 |
2 Cor. 7:1 – 10 |
Ἀδελφοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν. πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ᾿ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. ἀλλ᾿ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου· οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ᾿ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι, ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾿ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. |
Brethren, let us cleanse ourselves from every defilement of flesh and spirit, and make holiness perfect in the fear of God. Make room for us; we have wronged no one, we have corrupted no one, we have taken advantage of no one. I do not say this to condemn you, for I said before that you are in our hearts, to die together and to live together. I have great confidence in you; I have great pride in you; I am filled with comfort. With all our affliction, I am overjoyed. For even when we came into Macedonia, our bodies had no rest but we were afflicted at every turn — fighting without and fear within. But God, who comforts the downcast, comforted us by the coming of Titus, and not only by his coming but also by the comfort with which he was comforted in you, as he told us of your longing, your mourning, your zeal for me, so that I rejoiced still more. For even if I made you sorry with my letter, I do not regret it (though I did regret it), for I see that that letter grieved you, though only for a while. As it is, I rejoice, not because you were grieved, but because you were grieved into repenting; for you felt a godly grief, so that you suffered no loss through us. For godly grief produces a repentance that leads to salvation and brings no regret, but worldly grief produces death. [RSV] |
|
|
Ἀλληλούϊα. Ἦχος αʹ. Ψαλμὸς 88. |
Alleluia. Mode 1. Psalm 88. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριεν. |
Verse 1: The heavens shall confess Your wonders, O Lord. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων. |
Verse 2: God is glorified in the counsel of saints. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Προεόρτιον. |
For the Forefeast. |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to John. |
Ιω 11:47 – 54 |
Jn. 11:47 – 54 |
Τῷ καιρῷ ἐκείνῳ συνήγαγον οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον κατὰ τοῦ Ἰησοῦ λέγοντες· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ. |
At that time, the chief priests and the Pharisees gathered the council, and said, “What are we to do? For this man performs many signs. If we let him go on thus, every one will believe in him, and the Romans will come and destroy both our place and our nation.” But one of them, Caiaphas, who was high priest that year, said to them, “You know nothing at all; you do not understand that it is expedient for you that one man should die for the people, and that the whole nation should not perish.” He did not say this of his own accord, but being high priest that year he prophesied that Jesus should die for the nation, and not for the nation only, but to gather into one the children of God who are scattered abroad. So from that day on they took counsel how to put him to death. Jesus therefore no longer went about openly among the Jews, but went from there to the country near the wilderness, to a town called Ephraim; and there he stayed with the disciples. [RSV] |
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
ᾨδὴ θʹ. Ὁ Εἱρμός. |
Ode ix. Heirmos. |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη· διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν. |
Virginity is a state alien to mothers, * and childbirth is foreign to those who are virgins. * But in you, Theotokos, have both of these been accomplished. * Indeed all generations everywhere * now call you blessed evermore. [SD] |
|
|
Κοινωνικόν. Ψαλμὸς 115. |
Communion Hymn. Psalm 115. |
Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα. |
I will take up the cup of salvation, and call upon the name of the Lord. Alleluia. [SAAS] |
Δείξε Ἐκλογήν. |
Show Selected Verses. |
Ἐκλογὴ εἰς τὸ Γενέσιον τῆς Θεοτόκου |
Selected Psalm Verses for the Birth of our Lady Theotokos |
1. Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. (131:1) |
1. Remember David, O Lord, and all his meekness. (131:1) [SAAS] |
2. Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. (131:2) |
2. How he swore to the Lord, how he vowed to the God of Jacob. (131:2) [SAAS] |
3. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου. (131:3) |
3. I shall not enter my dwelling, I shall not recline on my bed. (131:3) [SAAS] |
4. Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν. (131:4) |
4. I shall not close my eyes in sleep nor my eyelids for dozing, nor give any rest to my temples. (131:4) [SAAS] |
5. Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. (131:5) |
5. Until I find a place for the Lord, a tabernacle for the God of Jacob. (131:5) [SAAS] |
6. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ. (131:6) |
6. Behold, we heard of it in Ephrathah. (131:6) [SAAS] |
7. Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. (131:6) |
7. We found it in the plains of the wood. (131:6) [SAAS] |
8. Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. (117:20) |
8. This is the gate of the Lord; the righteous shall go in through it. (117:20) [SAAS] |
9. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. (86:3) |
9. Glorious things were said concerning you, O city of God. (86:3) [SAAS] |
10. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται. (45:6) |
10. God is in her midst; she shall not be shaken. (45:6) [SAAS] |
11. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. (131:11) |
11. The Lord swore to David this truth, and He shall not reject it. (131:11) [SAAS] |
12. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. (131:11) |
12. I shall set upon your throne one from the fruit of your loins. (131:11) [SAAS] |
13. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. (131:13) |
13. For the Lord has chosen Zion; He chose her for His dwelling. (131:13) [SAAS] |
14. ᾫδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. (131:14) |
14. Here I shall dwell, for I have chosen her. (131:14) [SAAS] |
15. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. (45:5) |
15. The Most High sanctified His tabernacle. (45:5) [SAAS] |
16. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. (95:6) |
16. Holiness and majesty are in His holy place. (95:6) [SAAS] |
17. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. (64:5) |
17. Holy is Your temple, wondrous in righteousness. (64:5) [SAAS] |
18. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (92:5) |
18. Holiness is proper to Your house, O Lord, unto length of days. (92:5) [SAAS] |
19. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (44:18) |
19. I will remember your name from generation to generation. (44:18) [SAAS] |
20. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. (44:18) |
20. Therefore, peoples shall give thanks to you forever and unto ages of ages. (44:18) [SAAS] |
Κρύψε Ἐκλογήν. |
Hide Selected Verses. |
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
Ἦχος βʹ. |
Mode 2. |
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. |
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, O Christ our God. Glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |