Βιβλία - Πηγαί |
Books - Sources |
Συμπλήρωμα Μηναίου - Τῌ Γʹ ΣΕΠΤΕΜΒΡΙΟΥ |
Menaion Supplement - September 3 |
Ἀνακομιδὴ τῶν τιμίων Λειψάνων τοῦ Ἁγίου Νεκταρίου Πενταπόλεως |
Disinterment of the Relics of St. Nektarios of Pentapolis |
__________ |
__________ |
|
|
ΟΡΘΡΟΣ |
MATINS |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος αʹ. |
Mode 1. |
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
Ἀπολυτίκιον. |
Apolytikion. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης. |
Mode 1. As a citizen of the desert. |
|
Τῆς ἐρήμου πολίτης. |
Τῶν σεπτῶν σου Λειψάνων Ἱεράρχα Νεκτάριε, τὴν ἁγίαν ἐκ τάφου κομιδὴν ἑορτάζοντες, σωμάτων καὶ ψυχῶν ἁγιασμόν, καἴ ἴασιν παθῶν παντοδαπῶν, κομιζόμεθα προσπίπτοντες εὐλαβῶς, τῇ χάριτί σου κράζοντες· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. |
As we joyfully commemorate the welcome arrival of your sacred Relics, holy Hierarch Nektarios, we call upon the grace of God in you, which sanctifies our bodies and our souls. You alleviate our suffering and you cure the illnesses afflicting us. Glory to Christ, who glorified you! Glory to Him for your miracles! Glory to Him for all the cures that He works through you. [SD] |
Δόξα. Τὸ αὐτό. |
Glory. Repeat. |
Τῶν σεπτῶν σου Λειψάνων Ἱεράρχα Νεκτάριε, τὴν ἁγίαν ἐκ τάφου κομιδὴν ἑορτάζοντες, σωμάτων καὶ ψυχῶν ἁγιασμόν, καἴ ἴασιν παθῶν παντοδαπῶν, κομιζόμεθα προσπίπτοντες εὐλαβῶς, τῇ χάριτί σου κράζοντες· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. |
As we joyfully commemorate the welcome arrival of your sacred Relics, holy Hierarch Nektarios, we call upon the grace of God in you, which sanctifies our bodies and our souls. You alleviate our suffering and you cure the illnesses afflicting us. Glory to Christ, who glorified you! Glory to Him for your miracles! Glory to Him for all the cures that He works through you. [SD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἦχος αʹ. Τοῦ λίθου σφραγισθέντος. |
Mode 1. The stone having been sealed. |
|
Τοῦ λίθου σφραγισθέντος. |
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. |
When Gabriel had said to you, “Rejoice!” blessed Virgin, * and you had voiced your assent, the Lord of all became incarnate * in you, who became the holy Ark, * as righteous King David said of old. * You carried your Creator, and thus your womb was wider than the heavens. * Glory to Him who dwelt inside of you! * Glory to Him who came forth from You! * Glory to Him who through your childbirth has set us free! [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ· Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ· Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Κάθισμα Αʹ. |
Kathisma I. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. The soldiers keeping watch. |
|
Τὸν τάφον σου Σωτήρ. |
Τὴν ἀνακομιδήν, τῶν σεπτῶν σου Λειψάνων, Νεκτάριε σοφέ, ἑορτάζοντες πόθῳ, τὴν σὴν ἐπιβοώμεθα, μεσιτείαν πρὸς Κύριον· ὃν ἱκέτευε, πάσης ἀνάγκης καὶ βλάβης, ἡμᾶς ῥύεσθαι, τοὺς εὐφημοῦντάς σε Πάτερ ὡς θεῖον θεράποντα. |
We celebrate with love the august disinterment, * Nektarios most wise, * of your all-holy relics, * and ask you to intercede with the Master on our be-half. * Pray Him earnestly that He deliver from danger * and necessity all those who honor you, Father, * as one who has served Him well. [SD] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. The soldiers keeping watch. |
|
|
Τὸν πάντων ποιητήν, καὶ Θεὸν καὶ Δεσπότην, κυήσασα Ἁγνή, ἐξ ἁγνῶν σοι αἱμάτων, τὸν κόσμον ἀνεκαίνισας, καὶ τὸν ὄφιν ἐνέκρωσας· ὅθεν ἅπαντες ὡς τῆς ζωῆς σε Μητέρα, μεγαλύνομεν οἱ τοῦ θανάτου ῥυσθέντες, τῷ τόκῳ σου Ἄχραντε. |
You carried in your womb and gave birth to the Maker * and God and Lord of all, O all-pure holy Virgin, * and thus you renewed the world, and the serpent was put to death. * Therefore all we who were saved from death by your childbirth * magnify you as the all-immaculate Mother * of Life, O all-blessed One. [SD] |
Κάθισμα Βʹ. |
Kathisma II. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. Come quickly. |
|
Ταχὺ προκατάλαβε. |
Ἡνίκα ἀνέλαβον, ἀπό του τάφου σοφέ, τὰ θεῖά σου Λείψανα, ἐν εὐλαβείᾳ πολλῇ, ὀσμῆς ἐπληρώθησαν, θείας καὶ οὐρανίου, θεϊκῇ χορηγίᾳ, ᾄδοντες τῷ Σωτῆρι, χαριστήριον αἶνον, τῷ σὲ θαυματοφόρον, Νεκτάριε δείξαντι. |
O Father Nektarios, when with great reverence and love * they brought your divine and holy relics out of the grave, * a God-sent and heavenly * fragrance then overwhelmed them, * as a gift of divine grace. * Therefore they sang their praises and thanksgiving to the Savior * who showed you forth to be a miracle-working saint. [SD] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. Come quickly. |
|
|
Ἡ δόξα σου Ἄχραντε, πᾶσαν καλύπτει τὴν γῆν, καὶ πάντες οἱ Ἄγγελοι, τὰ μεγαλεῖα τὰ σά, δοξάζουσι Δέσποινα· πάντων γὰρ τὸν Δεσπότην, ἀποῤῥήτως τεκοῦσα. ἕνωσις διεστώτων, Θεοτόκε ἐδείχθης· διό σοι ἀσιγήτως, τὸ χαῖρε κραυγάζομεν. |
Your glory has covered all the earth, immaculate Maid, * and all of the Angels glorify you, Lady, and praise * the magnificent things you did. * When you, O Theotokos, did ineffably give birth * to the Lord of all, you thus became the union of things divided. * And therefore we do not cease to cry out, “Rejoice!” to you. [SD] |
Κάθισμα Γʹ. |
Kathisma III. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. As the Father and Spirit. |
|
Τὸν συνάναρχον Λόγον. |
Ἡ σορὸς τῶν σεπτῶν σου Λειψάνων Ἅγιε, ἰατρεῖον ἐδείχθη πᾶσιν ἀδάπανον· θεραπεύει γὰρ ἀεὶ θείᾳ χάριτι, τοὺς προστρέχοντας πιστῶς, νοσημάτων χαλεπῶν, Νεκτάριε Ἱεράρχα, καὶ τῶν δαιμόνων διώκει, θείᾳ ῥοπῇ πᾶσαν ἐνέργειαν. |
Now the casket containing your holy bones, O Saint, * has become a free clinic where everyone can go. * For by grace divine it cures those who faithfully approach * of life-threatening diseases and heals their every pain, * and by divine power drives out * all influence of the demons, O Hierarch Nektarios. [SD] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. As the Father and Spirit. |
|
|
Γαστήρ σου Παρθένε ἡ παναμώμητος, πλατυτέρα ἐδείχθη τῶν οὐρανῶν ἀληθῶς, ὡς χωρήσασα Θεὸν τὸν ἀχώρητον· Ὅθεν πᾶσαι γενεαί, μακαρίζομεν πιστῶς, ὡς μόνην σε Θεοτόκον, καὶ σωτηρίαν καὶ σκέπην, ἡμῶν καὶ μέγα καταφύγιον. |
Holy Virgin, your spotless and ever-blessed womb * has been shown to be wider than the heavens in truth, * for containing God who is uncontainable. * Therefore since you are the only Theotokos, faithfully * all generations call you blessed, * as our salvation and shelter, and our safety and security. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ· Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For blessed is Your name, and glorified is Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ· Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀντίφωνον Αʹ. |
Antiphon 1. |
Ἦχος δʹ. |
Mode 4. |
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλʼ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) |
From my youth, many passions war against me. O my Savior, I implore You, uphold me and save me. (2) [GOASD] |
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς) |
You who hate Zion, be shamed by the Lord; for you will be withered like grass in the fire. (2) [GOASD] |
Δόξα. |
Glory. |
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως. |
By the Holy Spirit every soul is animated, and when purified, it is mystically uplifted and brightened by the triune Godhead. [GOASD] |
Καὶ νῦν. |
Both now. |
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. |
From the Holy Spirit the streams of grace well forth; they water all creation, so that life be engendered. [GOASD] |
Προκείμενον. Ψαλμοὶ 48, 131. |
Prokeimenon. Psalms 48, 131. |
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. (δίς) |
My mouth shall speak wisdom, and the meditation of my heart, understanding. (2) |
Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται. |
Verse: O Lord, Your priests shall clothe themselves in righteousness; Your saints shall greatly rejoice. |
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. |
My mouth shall speak wisdom, and the meditation of my heart, understanding. [SAAS] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου. |
Stand for the Gospel reading. |
ΔΙΑΚΟΝΟΣ· Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You, our God, are holy, and You rest among the holy ones, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ· Ἀμήν. |
CHOIR: Amen. |
Ἦχος βʹ. |
Mode 2. |
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς) Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. |
Let everything that breathes praise the Lord. (2) Let everything that breathes praise the Lord. [SAAS] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. |
Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Arise. Let us hear the holy Gospel. |
ΙΕΡΕΥΣ· Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ· Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to John. |
ΔΙΑΚΟΝΟΣ· Πρόσχωμεν. |
DEACON: Let us be attentive. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΙΕΡΕΥΣ (ἀπὸ τῆς Ὡραίας πύλης) |
PRIEST (from the gate) |
Ιω 10:1 – 9 |
Jn. 10:1 – 9 |
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. |
The Lord said to the Jews who had come to him, “Truly, truly, I say to you, he who does not enter the sheepfold by the door but climbs in by another way, that man is a thief and a robber; but he who enters by the door is the shepherd of the sheep. To him the gatekeeper opens; the sheep hear his voice, and he calls his own sheep by name and leads them out. When he has brought out all his own, he goes before them, and the sheep follow him, for they know his voice. A stranger they will not follow, but they will flee from him, for they do not know the voice of strangers.” This figure Jesus used with them, but they did not understand what he was saying to them. So Jesus again said to them, “Truly, truly, I say to you, I am the door of the sheep. All who came before me are thieves and robbers; but the sheep did not heed them. I am the door; if any one enters by me, he will be saved, and will go in and out and find pasture.” [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα. Ἦχος βʹ. |
Glory. Mode 2. |
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of Your holy Hierarch, O Lord of mercy, blot out my many offenses. [SD] |
Καὶ νῦν. |
Both now. |
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offenses. [SD] |
Ἰδιόμελον. Ἦχος πλ. βʹ. |
Idiomelon. Mode pl. 2. |
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. [SAAS] |
Τοῦ ἀδύτου φωτισμοῦ, κοινωνῶν θεοφόρε, καὶ κατὰ μέθεξιν θείαν θεούμενος, παθῶν ἀχλύος λύτρωσαι, καὶ παντοδαπῶν νοσημάτων καὶ θλίψεων, τοὺς τοῖς σεπτοῖς σου προσιόντας Λειψάνοις, ἀνενδοιάστῳ ψυχῇ, Ἱεράρχα πάτερ Νεκτάριε, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον. |
Since you partake of the illumination that never grows dim, and you are deified by participation in the divine, we pray you relieve us of the darkness caused by the sinful passions, and free us from every disease and trouble, as we approach your holy Relics with no hesitation of soul, O Hierarch and father Nektarios, since you have direct access to the Lord. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save Your people and bless Your inheritance. Look upon Your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us Your rich mercies: |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρίας· Νικολάου τοῦ ἐν Μύροις καὶ Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου, Μητροπολίτου Πενταπόλεως, τοῦ Θαυματουργοῦ, οὗ τῶν τιμίων Λειψάνου τὴν Ἀνακομιδὴν ἑορτάζομεν, καὶ πάντων σου τῶν ἁγίων· |
through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria, Nicholas, bishop of Myra in Lycia, Spyridon, bishop of Trimythous, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalambos and Eleutherios, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Katherine, Kyriake, Fotene, Marina, Paraskeve and Irene; our venerable and God-bearing fathers; (local patron saint); holy and righteous ancestors of God Joachim and Anna; our father among the saints Nektarios, Metropolitan of Pentapolis, the Wonderworker, the Disinterment of whose holy Relics we celebrate, and all Your saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (ιβʹ) |
Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Through the mercy, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ· Ἀμήν. |
CHOIR: Amen. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Κοντάκιον. |
Kontakion. |
Ἦχος δʹ. Ἐπεφάνης σήμερον. |
Mode 4. You revealed yourself today. |
|
Ἐπεφάνης σήμερον. |
Τῶν σεπτῶν Λειψάνων σου τὴν ἐκ τοῦ τάφου, κομιδήν γεραίροντες, Νεκτάριε θαυματουργέ, εὐσεβοφρόνως βοῶμέν σοι· χαίροις Πατέρων ἐν πᾶσιν ἰσότιμε. |
As we celebrate today the disinterment * of your holy Relics, we with right belief cry out to you, * O Wonder-worker Nektarios: * Rejoice, O peer of the Fathers in every way. [SD] |
Ὁ Οἶκος. |
Oikos. |
Ὡς ὀσμὴ ἀγροῦ πλήρους Νεκτάριε, ἡ ὀσμὴ τῶν ἁγίων Λειψάνων σου, ὡς ἔφη πάλαι Ἰσαάκ, ἐπευλογῶν τὸν Ἰακώβ· σὺ γὰρ ὅλος καθαγιασθείς, τῇ ἐναρέτῳ ζωῇ ἁγιότητος ὤφθης σκεῦος ἐκλεκτόν, καὶ τῶν πάλαι Ἁγίων ἰσότιμος καὶ κοινωνός· διὸ καὶ ἡ σορὸς τῶν σῶν σεπτῶν Λειψάνων, κιβωτὸς ἁγιάσματος πᾶσι πρόκειται, τῇ τοῦ Παναγίου Πνεύματος ἐπιφοιτήσει, καθαγιάζουσα τοὺς προσερχομένους, καὶ θεραπεύουσα νόσους ἀνιάτους, καὶ νέμουσα καινισμὸν μετανοίας, πεπαλαιωμέναις ψυχαῖς τῇ ἁμαρτίᾳ· ὧν τὴν σεπτὴν ἀνακομιδὴν ἑορτάζοντες, τὰ σὰ θαυμάσια εὐσήμως κηρύττομεν, καὶ εὐσεβοφρόνως βοῶμέν σοι· χαίροις Πατέρων ἐν πᾶσιν ἰσότιμε. |
O Nektarios, the fragrance of your holy Relics is like the smell of a field which the Lord has blessed, as Isaak said of old when he blessed Jacob. You were wholly hallowed by your virtuous life, and thus you became a chosen vessel of holiness, and an equal and partner of the Saints of old. Therefore the casket of your holy Relics is set before all as an ark of sanctification, by the visitation of the All-holy Spirit, sanctifying those who approach it, and curing incurable diseases, and providing the renewal of repentance to souls that have grown old in sin. As we celebrate the dignified disinterment of your Relics today, we openly proclaim your marvels, and with right belief cry out to you, O Wonder-worker Nektarios: Rejoice, O peer of the Fathers in every way. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τῇ Γʹ τοῦ αὐτοῦ μηνός, τὴν ἀνακομιδὴν ἑορτάζομεν τῶν τιμίων Λειψάνων τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Νεκταρίου Ἐπισκόπου Πενταπόλεως τοῦ θαυματουργοῦ, γενομένην ἐν ἔτει σωτηρίῳ 1953. |
On September 3, we celebrate the disinterment of the precious Relics of our father among the saints Nektarios the Wonderworker, Bishop of Pentapolis, which took place in the year of our Lord 1953. |
Τῇ αὐτῇ ἡμέρα μνήμη μνήμη τοῦ ἁγίουἹερομάρτυς Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας. |
On this day we commemorate the holy hieromartyr Anthimus, Bishop of Nicomedia. |
Τῇ αὐτῇ ἡμέρα μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Θεοκτίστου, συνασκητοῦ τοῦ Μεγάλου Εὐθιμίου. |
On this day we commemorate our devout father Theoctistus, fellow ascetic of Efthymius the Great. |
Τῇ αὐτῇ ἡμέρα ὁ ἅγιος Ζήνων, ἐν λέβητι μολύβδου κοχλάζοντος βληθείς, τελειοῦται. |
On this day St. Zeno died when he was thrown in a boiling cauldron of lead. |
Τῇ αὐτῇ ἡμέρα ἡ ἁγία Βασίλισσα, θηριομαχήσασα καὶ μηδὲν βλαβεῖσα, τελειοῦται. |
On this day St. Vasilissa died after she was attacked by beasts and not harmed. |
Τῇ αὐτῇ ἡμέρα ὁ ἅγιος Ἀριστίων, Ἐπίσκοπος Ἀλεξανδρείας, πυρὶ τελειοῦται. |
On this day St. Aristion, bishop of Alexandria, died by fire. |
Τῇ αὐτῇ ἡμέρα ὁ ἅγιος Χαρίτων, ἐν ἀσβέστου βόθρῳ βληθείς τελειοῦται. |
On this day St. Chariton died when he was thrown into a vat of asbestos. |
Ὁ ἅγιος Μάρτυς Ἀρχοντίων λιμῷ τελειοῦται. |
On this day the holy martyr Archontion died of starvation. |
Ὁ ἅγιος Νεομάρτυς Πολύδωρος, ὁ ἐν τῇ Νέᾳ Ἐφέσῳ μαρτυρήσας κατὰ τὸ 1794, ἀγχόνῃ τελειοῦται. |
The holy New Martyr Polydorus witnessed in New Ephesus and died by hanging in 1794. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your saints, O God, have mercy on us. Amen. |
Katavasias Odes 1-8 |
Katavasias Odes 1-8 |
ΧΟΡΟΣ |
CHOIR |
Καταβασίαι τοῦ Σταυροῦ |
Katavasias of the Cross |
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. |
Ode i. Mode pl. 4. |
Σταυρὸν χαράξας Μωσῆς, ἐπʼ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπʼ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται. |
Moses prefigured the Cross. * Lifting up the rod, he stretched out his hand and split the Sea for Israel to cross on land. * Then he stretched it out again, * and the sea returned and covered Pharaoh’s chariots. * The Cross was thus portrayed as our invincible armor. * So let us sing to the Lord, * Christ our God, for He is greatly glorified. [GOASD] |
ᾨδὴ γʹ. |
Ode iii. |
Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα. |
The rod of Aaron is seen as typifying the mystery; * for it budded, and thus was the priest selected. * Now in the Church, that was barren once, the Cross of Christ, like a tree, * has blossomed forth, * as power and a firm support. [GOASD] |
ᾨδὴ δʹ. |
Ode iv. |
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. |
I have heard the report, O Lord, * of Your incarnation, which is a mystery. * I considered Your astounding works, * and I glorified Your divinity. [GOASD] |
ᾨδὴ εʹ. |
Ode v. |
Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· διʼ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. |
Tree of the Cross, you are thrice-blessed, * for Jesus Christ, who is King and Lord, was crucified on you. * Through you fallen is the one who by a tree deceived us, * for he was lured by God who in the flesh indeed * was hung and nailed to you, * and who grants to our souls His peace. [GOASD] |
ᾨδὴ Ϛʹ. |
Ode vi. |
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος. |
In the belly of the sea beast * the prophet Jonah prayed with his arms extended crosswise; * thus he clearly prefigured the saving Passion of Christ. * When after three days he emerged, * he was depicting the supernal resurrection from the dead * of Christ God, who was physically nailed to the Cross * and by His third-day arising illumined the universe. [GOASD] |
ᾨδὴ ζʹ. |
Ode vii. |
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλʼ ἀντηχούντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. |
The impious tyrant’s preposterous decree disturbed the populace, * breathing threats and blasphemous pronouncements hateful to God. * His brutal anger did not intimidate * the three Servants, nor did the consuming fire. * But when the dew-laden breeze whistled against the fire, they joined it and together sang, * “Blessed are You, O Lord. You are highly praised, O God, the God of our fathers.” [GOASD] |
ᾨδὴ ηʹ. |
Ode viii. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. |
You three pious Servants, * same in number as the Trinity, * bless God the Father, Maker of all; * sing a hymn to the Word who condescended * and who changed the fire in the furnace into dew; * as for the all-holy Spirit, who gives life to all, exalt Him * beyond measure unto the ages. [GOASD] |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ θʹ. |
Ode ix. |
Μεγαλυνάριον. Ἦχος πλ. δʹ. |
The Magnificat. Mode pl. 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Ode 9: Katavasia |
Ode 9: Katavasia |
ᾨδὴ θʹ. Καταβασία. Ἦχος πλ. δʹ. |
Ode ix. Katavasia. Mode pl. 4. |
Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφʼ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· διʼ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν. |
Theotokos, you are mystical Paradise, * for without husbandry you have blossomed Christ, * by whom on earth the Cross, as a life-bearing tree, has been planted and watered. * As it is now exalted, * we adore Him and worship Him and magnify you. [GOASD] |
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ· Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ· Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Ἐξαποστειλάριον. |
Exaposteilarion. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε. |
Mode 2. O Women, hearken. |
|
Γυναῖκες ἀκουτίσθητε. |
Τὴν θήκην τῶν Λειψάνων σου περικυκλοῦντες Ἅγιε, καὶ προσπτυσσόμενοι ταῦτα, ἐν εὐλαβείᾳ καὶ πόθῳ, δοξάζομεν Νεκτάριε, τὸν σὲ λαμπρῶς δοξάσαντα, θαυμάτων Πάτερ χάριτι· ὃν ἐκδυσώπει ἀπαύστως, ὑπὲρ τῶν σὲ ἀνυμνούντων. |
As we surround the case that holds * your Relics, St. Nektarios, * and as we approach with reverence * and venerate them with longing, * we glorify the Lord our God, * who glorified you splendidly * with the grace of miracles. * O Father, ever entreat Him, * and pray for us who extol you. [SD] |
Θεοτοκίον. |
Theotokion. |
Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε. |
Mode 2. O Women, hearken. |
|
|
Τὸν Ποιητὴν καὶ Κύριον, ἀφράστως σωματώσασα, τῶν οὐρανῶν πλατυτέρα, ὤφθης Ἁγνὴ Θεοτόκε· διὸ ἡμᾶς στενώσεως, παθῶν ποικίλων λύτρωσαι, καὶ τῆς χαρᾶς ἀξίωσον, τῆς οὐρανίου Παρθένε τῇ μητρικῇ σου πρεσβείᾳ. |
When you ineffably gave flesh * to our Creator and our Lord, * then you became even wider * than heaven, O Theotokos. * So now will you deliver us * from narrowness of passions all, * and count us worthy of the joy * of heaven, O all-pure Virgin, * by your motherly intercession. [SD] |
Οἱ Αἶνοι. Ἦχος αʹ. |
Lauds. Mode 1. |
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Δείξε Στιχολογίαν |
Show Stichologia |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. |
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
Στιχηρά. Τοῦ Ἁγίου. |
Stichera. For the Saint. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος αʹ. Πανεύφημοι μάρτυρες. |
Mode 1. O Martyrs, extolled. |
|
Πανεύφημοι μάρτυρες. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
Πάτερ Νεκτάριε ζωῆς, αἰωνίου μέτοχος, τῇ καθαρῇ πολιτείᾳ σου, καὶ ἰσοστάσιος, τῶν Ἁγίων πέλων, νέκταρ βλύζεις ἄϋλον, ἡμῖν ἐκ τῶν τιμίων Λειψάνων σου, ὧν ἑορτάζοντες, τὴν ἐκ τάφου ἀνακόμισιν, ἀνυμνοῦμεν, τὸν σὲ θαυμαστώσαντα. |
Father Nektarios, you are * a participant in life that never ends, and of equal stature with the Saints, because * of your most pure lifestyle. * There-fore you pour out to us * a spiritual nectar from your all-holy relics. As we now * celebrate their removal from the grave, * we extol Him who wondrous-ly glorified you. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
Πάτερ Νεκτάριε τὰ σά, Λείψανα τῇ χάριτι, ἡγιασμένα τοῦ Πνεύματος, ὡς ἄνθη εὔοσμα, ὤφθησαν ἐκ τάφου, καὶ ἀεὶ πηγάζουσιν, ἰάσεις τοῖς πιστῶς προσπελάζουσι, καὶ ἀπελαύνουσι, τῶν δαιμόνων τὴν ἐπήρειαν· διὰ τοῦτο, πάντες σὲ γεραίρομεν. |
Father Nektarios, your sweet * Relics, which were hallowed by the divine grace of the Spirit, had a fragrant floral scent * at their disinterment. * Now profusely they pour out * those healings to all people who come with faith, and also drive away * evil spirits and their influence. * For this reason * all of us now honor you. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
Πάτερ Νεκτάριε ἡ σή, χάρις ἡ θεόσδοτος, διαβεβόηται ἅπασι, τῆς γῆς τοῖς πέρασι· πάντας γὰρ προφθάνεις, τοὺς πιστῶς καλοῦντας σε, κινδύνων τε καὶ πόνων λυτρούμενος· διὸ τὰ πάνσεπτα, προσπτυσσόμενοί σου Λείψανα, ἀνυμνοῦμεν, τὸν σὲ θαυμαστώσαντα. |
Father Nektarios, your grace * which was given you by God, has been proclaimed and made known in every corner of the earth. * You arrive in no time when anyone faithfully * invokes your name, and rescue them from all danger and from all distress. * As we kiss your holy relics now, * we extol Him who wondrously glorified you. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
Πάτερ Νεκτάριε ἡ σή, Μάνδρα ἐπαγάλλεται, τοῖς μυριπνόοις Λειψάνοις σου, καὶ τὰ σὰ θαύματα, ἅπασι κηρύττει, ἡ δὲ νῆσος Αἴγινα, καυχᾶται, τῇ θερμῇ προστασίᾳ σου, Ἑλλὰς δὲ ἅπασα, μακαρίζει θείοις ὕμνοις σε, ἐντρυφῶσα, τῶν σῶν ἀντιλήψεων. |
Father Nektarios, today * is that Isle of Aegina with all of Greece proud to have you as an ardent guardian; * and your Monastery, * where your fragrant relics are, * is happy to possess them and tell the world about your miracles. * Faithful Christians everywhere enjoy * your protection * and praise you in sacred hymns. [SD] |
Δόξα. |
Glory. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Ἀρχιερέων καλλονή, ἐν τῇ καθʼ ἡμᾶς γενεᾷ διʼ ἀρετῶν λαμπρότητος, ὤφθης Ἱεράρχα Νεκτάριε· διὸ ἡ Ἐκκλησία τοῦ Χριστοῦ, καυχωμένη τῇ δόξῃ σου, ὡς πάλαι Ἰσραὴλ τοῦ Ἰωσὴφ τὸ σῶμα, τῶν σῶν Λειψάνων τὴν σορόν, τιμαῖς ὁσίαις περιβάλλει, καὶ εὐλαβῶς κατασπάζεται· καὶ τὴν ἐξ αὐτῶν προϊοῦσαν χάριν καρπουμένη, βοᾷ σοι Ἅγιε· Ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, ἀδιαλείπτως πρέσβευε, τὴν καλὴν ὁμολογίαν τηρεῖν ἀλώβητον, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. |
You were the adornment of the episcopacy in our own time, because of the splendor of your virtues, O Hierarch Nektarios. Therefore the Church of Christ boasts in your glory, and she surrounds the case of your Relics with devout honors, and she reverently kisses them, as did Israel of old the body of Joseph. Enjoying the fruits of grace that come from your Relics, the Church prays to you, O Saint: “Since you have confidence before the Lord, never cease to intercede with Him to grant us to keep the good confession unblemished, and that He save our souls.” [SD] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. |
Lady, receive the supplications of your servants, and rescue us from all necessity and affliction. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Μ. Δοξολογίαν. |
Stand for the Great Doxology. |
Ἡ Μεγάλη Δοξολογία |
Great Doxology |
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. |
Glory be to You who showed the light. Glory in the highest to God. His peace is on earth, His good pleasure in mankind. [SD] |
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. |
We praise You, we bless You, we worship You, we glorify You, we give thanks to You for Your great glory. |
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. |
Lord King, heavenly God, Father, Ruler over all; Lord, only-begotten Son, Jesus Christ; and You, O Holy Spirit. |
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. |
Lord God, Lamb of God, Son of the Father, who take away the sin of the world, have mercy on us, You who take away the sins of the world. |
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. |
Accept our supplication, You who sit at the right hand of the Father, and have mercy on us. |
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. |
For You alone are holy, You alone are Lord, Jesus Christ, to the glory of God the Father. Amen. |
Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
Every day I will bless You, and Your name will I praise to eternity, and to the ages of ages. |
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. |
Vouchsafe, O Lord, this day, that we be kept without sin. |
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. |
Blessed are You, O Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen. |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |
Let Your mercy be on us, O Lord, as we have set our hope on You. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. |
Lord, You have been our refuge from generation to generation. I said: Lord, have mercy on me. Heal my soul, for I have sinned against You. |
Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. |
Lord, I have fled to You. Teach me to do Your will, for You are my God. |
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. |
For with You is the fountain of life; in Your light we shall see light. |
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. |
Continue Your mercy to those who know You. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. |
Ἀπολυτίκιον. |
Apolytikion. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης. |
Mode 1. As a citizen of the desert. |
|
Τῆς ἐρήμου πολίτης. |
Τῶν σεπτῶν σου Λειψάνων Ἱεράρχα Νεκτάριε, τὴν ἁγίαν ἐκ τάφου κομιδὴν ἑορτάζοντες, σωμάτων καὶ ψυχῶν ἁγιασμόν, καἴ ἴασιν παθῶν παντοδαπῶν, κομιζόμεθα προσπίπτοντες εὐλαβῶς, τῇ χάριτί σου κράζοντες· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. |
As we joyfully commemorate the welcome arrival of your sacred Relics, holy Hierarch Nektarios, we call upon the grace of God in you, which sanctifies our bodies and our souls. You alleviate our suffering and you cure the illnesses afflicting us. Glory to Christ, who glorified you! Glory to Him for your miracles! Glory to Him for all the cures that He works through you. [SD] |